previous next

ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Α΄ 4

1 Τὸ δὲ Πνεῦμα ῥητῶς λέγει, ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασι πλάνοις καὶ διδασκαλίαις δαιμονίων,2 ἐν ὑποκρίσει ψευδολόγων, κεκαυτηριασμένων τὴν ἰδίαν συνείδησιν,3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν·4 ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον, μετὰ εὐχαριστίας λαμβανόμενον·5 ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.6 Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Ἰησοῦ Χριστοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως, καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας.7 τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν·8 ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.9 πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος.10 εἰς τοῦτο γὰρ καὶ κοπιῶμεν καὶ ὀνειδιζόμεθα ὅτι ἠλπίκαμεν ἐπὶ θεῷ ζῶντι ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν11 παράγγελλε ταῦτα καὶ δίδασκε.12 μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πνεύματι, ἐν πίστει, ἐν ἁγνείᾳ.13 ἕως ἔρχομαι, πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.14 μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.15 ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ ἐν πᾶσιν.16 ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ. ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.

1 Timothy 4

1 But the Spirit saith expressly, that in later times some shall fall away from the faith, giving heed to seducing spirits and doctrines of demons,2 through the hypocrisy of men that speak lies, branded in their own conscience as with a hot iron;3 forbidding to marry, and commanding to abstain from meats, which God created to be received with thanksgiving by them that believe and know the truth.4 For every creature of God is good, and nothing is to be rejected, if it be received with thanksgiving:5 for it is sanctified through the word of God and prayer.6 If thou put the brethren in mind of these things, thou shalt be a good minister of Christ Jesus, nourished in the words of the faith, and of the good doctrine which thou hast followed until now:7 but refuse profane and old wives’ fables. And exercise thyself unto godliness:8 for bodily exercise is profitable for a little; but godliness is profitable for all things, having promise of the life which now is, and of that which is to come.9 Faithful is the saying, and worthy of all acceptation.10 For to this end we labor and strive, because we have our hope set on the living God, who is the Saviour of all men, specially of them that believe.11 These things command and teach.12 Let no man despise thy youth; but be thou an ensample to them that believe, in word, in manner of life, in love, in faith, in purity.13 Till I come, give heed to reading, to exhortation, to teaching.14 Neglect not the gift that is in thee, which was given thee by prophecy, with the laying on of the hands of the presbytery.15 Be diligent in these things; give thyself wholly to them; that thy progress may be manifest unto all.16 Take heed to thyself, and to thy teaching. Continue in these things; for in doing this thou shalt save both thyself and them that hear thee.