ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 1
1 Τὸν μὲν πρῶτον λόγον ἐποιησάμην περὶ πάντων, ὦ Θεόφιλε, ὧν ἤρξατο ⸀ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν2 ἄχρι ἧς ἡμέρας ἐντειλάμενος τοῖς ἀποστόλοις διὰ πνεύματος ἁγίου οὓς ἐξελέξατο ἀνελήμφθη·3 οἷς καὶ παρέστησεν ἑαυτὸν ζῶντα μετὰ τὸ παθεῖν αὐτὸν ἐν πολλοῖς τεκμηρίοις, δι’ ἡμερῶν τεσσεράκοντα ὀπτανόμενος αὐτοῖς καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ θεοῦ·4 καὶ συναλιζόμενος παρήγγειλεν αὐτοῖς ἀπὸ Ἱεροσολύμων μὴ χωρίζεσθαι, ἀλλὰ περιμένειν τὴν ἐπαγγελίαν τοῦ πατρὸς ἣν ἠκούσατέ μου·
5 ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ ⸂ἐν πνεύματι βαπτισθήσεσθε⸃ ἁγίῳ οὐ μετὰ πολλὰς ταύτας ἡμέρας.
6 Οἱ μὲν οὖν συνελθόντες ⸀ἠρώτων αὐτὸν λέγοντες· Κύριε, εἰ ἐν τῷ χρόνῳ τούτῳ ἀποκαθιστάνεις τὴν βασιλείαν τῷ Ἰσραήλ;7 εἶπεν ⸀δὲ πρὸς αὐτούς· Οὐχ ὑμῶν ἐστιν γνῶναι χρόνους ἢ καιροὺς οὓς ὁ πατὴρ ἔθετο ἐν τῇ ἰδίᾳ ἐξουσίᾳ,8 ἀλλὰ λήμψεσθε δύναμιν ἐπελθόντος τοῦ ἁγίου πνεύματος ἐφ’ ὑμᾶς, καὶ ἔσεσθέ ⸀μου μάρτυρες ἔν τε Ἰερουσαλὴμ καὶ ἐν πάσῃ τῇ Ἰουδαίᾳ καὶ Σαμαρείᾳ καὶ ἕως ἐσχάτου τῆς γῆς.9 καὶ ταῦτα εἰπὼν βλεπόντων αὐτῶν ἐπήρθη καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν.10 καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ, καὶ ἰδοὺ ἄνδρες δύο παρειστήκεισαν αὐτοῖς ἐν ⸂ἐσθήσεσι λευκαῖς⸃,
11 οἳ καὶ εἶπαν· Ἄνδρες Γαλιλαῖοι, τί ἑστήκατε ⸀βλέποντες εἰς τὸν οὐρανόν; οὗτος ὁ Ἰησοῦς ὁ ἀναλημφθεὶς ἀφ’ ὑμῶν εἰς τὸν οὐρανὸν οὕτως ἐλεύσεται ὃν τρόπον ἐθεάσασθε αὐτὸν πορευόμενον εἰς τὸν οὐρανόν.
12 Τότε ὑπέστρεψαν εἰς Ἰερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἰερουσαλὴμ σαββάτου ἔχον ὁδόν.13 καὶ ὅτε εἰσῆλθον, ⸂εἰς τὸ ὑπερῷον ἀνέβησαν⸃ οὗ ἦσαν καταμένοντες, ὅ τε Πέτρος καὶ ⸂Ἰωάννης καὶ Ἰάκωβος⸃ καὶ Ἀνδρέας, Φίλιππος καὶ Θωμᾶς, Βαρθολομαῖος καὶ Μαθθαῖος, Ἰάκωβος Ἁλφαίου καὶ Σίμων ὁ ζηλωτὴς καὶ Ἰούδας Ἰακώβου.
14 οὗτοι πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ ⸀προσευχῇ σὺν γυναιξὶν καὶ ⸀Μαριὰμ τῇ μητρὶ τοῦ Ἰησοῦ καὶ ⸀σὺν τοῖς ἀδελφοῖς αὐτοῦ.
15 Καὶ ἐν ταῖς ἡμέραις ταύταις ἀναστὰς Πέτρος ἐν μέσῳ τῶν ⸀ἀδελφῶν εἶπεν (ἦν τε ὄχλος ὀνομάτων ἐπὶ τὸ αὐτὸ ⸀ὡς ἑκατὸν εἴκοσι)·16 Ἄνδρες ἀδελφοί, ἔδει πληρωθῆναι τὴν ⸀γραφὴν ἣν προεῖπε τὸ πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν ⸀Ἰησοῦν,17 ὅτι κατηριθμημένος ἦν ⸀ἐν ἡμῖν καὶ ἔλαχεν τὸν κλῆρον τῆς διακονίας ταύτης.—18 Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας, καὶ πρηνὴς γενόμενος ἐλάκησεν μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ.19 καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἰερουσαλήμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ⸀ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἁκελδαμάχ, τοῦτ’ ἔστιν Χωρίον Αἵματος.—20 γέγραπται γὰρ ἐν βίβλῳ ψαλμῶν· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καί· Τὴν ἐπισκοπὴν αὐτοῦ ⸀λαβέτω ἕτερος.21 δεῖ οὖν τῶν συνελθόντων ἡμῖν ἀνδρῶν ἐν παντὶ χρόνῳ ⸀ᾧ εἰσῆλθεν καὶ ἐξῆλθεν ἐφ’ ἡμᾶς ὁ κύριος Ἰησοῦς,22 ἀρξάμενος ἀπὸ τοῦ βαπτίσματος Ἰωάννου ἕως τῆς ἡμέρας ἧς ἀνελήμφθη ἀφ’ ἡμῶν, μάρτυρα τῆς ἀναστάσεως αὐτοῦ ⸂σὺν ἡμῖν γενέσθαι⸃ ἕνα τούτων.23 καὶ ἔστησαν δύο, Ἰωσὴφ τὸν καλούμενον Βαρσαββᾶν, ὃς ἐπεκλήθη Ἰοῦστος, καὶ Μαθθίαν.24 καὶ προσευξάμενοι εἶπαν Σὺ κύριε καρδιογνῶστα πάντων, ἀνάδειξον ὃν ἐξελέξω, ἐκ τούτων τῶν δύο ἕνα,25 λαβεῖν τὸν ⸀τόπον τῆς διακονίας ταύτης καὶ ἀποστολῆς, ⸀ἀφ’ ἧς παρέβη Ἰούδας πορευθῆναι εἰς τὸν τόπον τὸν ἴδιον.
26 καὶ ἔδωκαν κλήρους ⸀αὐτοῖς, καὶ ἔπεσεν ὁ κλῆρος ἐπὶ Μαθθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν ἕνδεκα ἀποστόλων.
ACTS 1
1 t Theophilus, I first wrote to yout about all that Jesus did and taught from the very first
2 until he was taken up to heaven. But before he was taken up, he gave orders to the apostles he had chosen with the help of the Holy Spirit.
3 For 40 days after Jesus had suffered and died, he proved in many ways that he had been raised from death. He appeared to his apostles and spoke to them about God's kingdom.
4 t While he was still with them, he said:
Don't leave Jerusalem yet. Wait here for the Father to give you the Holy Spirit, just as I told you he has promised to do.
5 t John baptized with water, but in a few days you will be baptized with the Holy Spirit.Jesus Is Taken to Heaven
6 While the apostles were still with Jesus, they asked him, “Lord, are you now going to give Israel its own king again?”t
7 Jesus said to them, “You don't need to know the time of those events that only the Father controls. 8 t But the Holy Spirit will come upon you and give you power. Then you will tell everyone about me in Jerusalem, in all Judea, in Samaria, and everywhere in the world.” 9 t After Jesus had said this and while they were watching, he was taken up into a cloud. They could not see him,
10 but as he went up, they kept looking up into the sky.
Suddenly two men dressed in white clothes were standing there beside them.
11 They said, “Why are you men from Galilee standing here and looking up into the sky? Jesus has been taken to heaven. But he will come back in the same way you have seen him go.”Someone To Take the Place //of Judas
12-13 t The Mount of Olives was about a kilometer from Jerusalem. The apostles who had gone there were Peter, John, James, Andrew, Philip, Thomas, Bartholomew, Matthew, James the son of Alphaeus, Simon, known as the Eager One, t and Judas the son of James.
After the apostles returned to the city, they went upstairs to the room where they had been staying.
14 The apostles often met together and prayed with a single purpose in mind.t The women and Mary the mother of Jesus would meet with them, and so would his brothers. 15 One day there were about 120 of the Lord's followers meeting together, and Peter stood up to speak to them.
16-17 He said:
My friends, long ago by the power of the Holy Spirit, David said something about Judas, and what he said has now happened. Judas was one of us and had worked with us, but he brought the mob to arrest Jesus. 18 t Then Judas bought some land with the money he was given for doing that evil thing. He fell headfirst into the field. His body burst open, and all his insides came out.
19 When the people of Jerusalem found out about this, they called the place Akeldama, which in the local language means “Field of Blood.”
20 t In the book of Psalms it says,
“Leave his house empty,
and don't let anyone
live there.”
It also says,
“Let someone else
have his job.”
21-22 t So we need someone else to help us tell others that Jesus has been raised from death. He must also be one of the men who was with us from the very beginning. He must have been with us from the time the Lord Jesus was baptized by John until the day he was taken to heaven.
23 Two men were suggested: One of them was Joseph Barsabbas, known as Justus, and the other was Matthias. 24 Then they all prayed, “Lord, you know what everyone is like! Show us the one you have chosen 25 to be an apostle and to serve in place of Judas, who got what he deserved.” 26 They drew names, and Matthias was chosen to join the group of the eleven apostles.