previous next

ΠΡΑΞΕΙΣ ΑΠΟΣΤΟΛΩΝ 13

1 Ἦσαν ⸀δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.2 λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν ⸀καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.

3 τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
4 ⸀Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ⸂ἁγίου πνεύματος⸃ κατῆλθον ⸀εἰς Σελεύκειαν, ἐκεῖθέν ⸀τε ἀπέπλευσαν ⸁εἰς Κύπρον,5 καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.6 διελθόντες δὲ ⸀ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ⸀ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα ⸀Βαριησοῦ,7 ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ·8 ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.9 Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ⸀ἁγίου ἀτενίσας εἰς αὐτὸν10 εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ⸀ὁδοὺς κυρίου τὰς εὐθείας;11 καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα ⸀δὲ ⸀ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.

12 τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
13 Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ ⸀περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.14 αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν ⸂τὴν Πισιδίαν⸃, καὶ ⸀εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.15 μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ ⸀τίς ἐστιν ⸂ἐν ὑμῖν λόγος⸃ παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.16 ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.17 ὁ θεὸς τοῦ λαοῦ τούτου ⸀Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ ⸀Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,18 καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,19 ⸀καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν ⸀κατεκληρονόμησεν τὴν γῆν αὐτῶν20 ⸂ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα⸃ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ⸀τοῦ προφήτου.21 κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα·22 καὶ μεταστήσας αὐτὸν ἤγειρεν ⸂τὸν Δαυὶδ αὐτοῖς⸃ εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.23 τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ ⸂σωτῆρα Ἰησοῦν⸃,24 προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας ⸂παντὶ τῷ λαῷ⸃ Ἰσραήλ.

25 ὡς δὲ ἐπλήρου ⸀Ἰωάννης τὸν δρόμον, ἔλεγεν· ⸂Τί ἐμὲ⸃ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸀ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη.27 οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,28 καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν·29 ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.30 ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·31 ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.32 καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην33 ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ⸃· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.34 ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.35 ⸀διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·36 Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν,37 ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.38 γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ⸀ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι39 ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.40 βλέπετε οὖν μὴ ⸀ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις·

41 Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ⸂ἐργάζομαι ἐγὼ⸃ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42 Ἐξιόντων δὲ ⸀αὐτῶν ⸀παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ⸀ταῦτα.

43 λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες ⸀αὐτοῖς ἔπειθον· αὐτοὺς ⸀προσμένειν τῇ χάριτι τοῦ θεοῦ.
44 Τῷ ⸀δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου.45 ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ⸀ὑπὸ Παύλου ⸀λαλουμένοις ⸀βλασφημοῦντες.46 παρρησιασάμενοί ⸀τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη·47 οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.48 ἀκούοντα δὲ τὰ ἔθνη ⸀ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ ⸀κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον·49 διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι’ ὅλης τῆς χώρας.50 οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας ⸀γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον ⸀καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.51 οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ⸀ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,

52 οἵ ⸀τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.

ACTS 13

Barnabas and Saul //Are Chosen and Sent

1 The church at Antioch had several prophets and teachers. They were Barnabas, Simeon, also called Niger, Lucius from Cyrene, Manaen, who was Herod'st close friend, and Saul. 2 While they were worshiping the Lord and going without eating, t the Holy Spirit told them, “Appoint Barnabas and Saul to do the work for which I have chosen them.”

3 Everyone prayed and went without eating for a while longer. Next, they placed their hands on Barnabas and Saul to show that they had been appointed to do this work. Then everyone sent them on their way.

Barnabas and Saul in Cyprus


4 After Barnabas and Saul had been sent by the Holy Spirit, they went to Seleucia. From there they sailed to the island of Cyprus.

5 They arrived at Salamis and began to preach God's message in the synagogues. They also had Johnt as a helper.
6 Barnabas and Saul went all the way to the city of Paphos on the other end of the island, where they met a Jewish man named Bar-Jesus. He practiced witchcraft and was a false prophet. 7 He also worked for Sergius Paulus, who was very smart and was the governor of the island. Sergius Paulus wanted to hear God's message, and he sent for Barnabas and Saul.

8 But Bar-Jesus, whose other name was Elymas, was against them. He even tried to keep the governor from having faith in the Lord.
9 Then Saul, better known as Paul, was filled with the Holy Spirit. He looked straight at Elymas 10 and said, “You son of the devil! You are a liar, a crook, and an enemy of everything that is right. When will you stop speaking against the true ways of the Lord?

11 The Lord is going to punish you by making you completely blind for a while.”
Suddenly the man's eyes were covered by a dark mist, and he went around trying to get someone to lead him by the hand.

12 When the governor saw what had happened, he was amazed at this teaching about the Lord. So he put his faith in the Lord.

Paul and Barnabas //in Antioch of Pisidia


13 Paul and the others left Paphos and sailed to Perga in Pamphylia. But Johnt left them and went back to Jerusalem.

14 The rest of them went on from Perga to Antioch in Pisidia. Then on the Sabbath they went to the synagogue and sat down.

15 After the reading of the Law and the Prophets, t the leaders sent someone over to tell Paul and Barnabas, “Friends, if you have anything to say that will help the people, please say it.”

16 Paul got up. He motioned with his hand and said:
People of Israel, and everyone else who worships God, listen!
17 t The God of Israel chose our ancestors, and he let our people prosper while they were living in Egypt. Then with his mighty power he led them out, 18 t and for about 40 years he took care oft them in the desert. 19 t He destroyed seven nations in the land of Canaan and gave their land to our people.

20 t All this happened in about 450 years.
Then God gave our people judges until the time of the prophet Samuel,
21 t but the people demanded a king. So for 40 years God gave them King Saul, the son of Kish from the tribe of Benjamin.

22 t Later, God removed Saul and let David rule in his place. God said about him, “David the son of Jesse is the kind of person who pleases me most! He does everything I want him to do.”
23 God promised that someone from David's family would come to save the people of Israel, and this one is Jesus. 24 t But before Jesus came, John was telling everyone in Israel to turn back to God and be baptized.

25 t Then, when John's work was almost done, he said, “Who do you people think I am? Do you think I am the Promised One? He will come later, and I am not good enough to untie his sandals.”
26 Now listen, you descendants of Abraham! Pay attention, all of you Gentiles who are here to worship God! Listen to this message about how to be saved, because it is for everyone.

27 The people of Jerusalem and their leaders didn't realize who Jesus was. And they didn't understand the words of the prophets they read each Sabbath. So they condemned Jesus just as the prophets had said.

28-29  t t They did exactly what the Scriptures said they would. Even though they couldn't find any reason to put Jesus to death, they still asked Pilate to have him killed.
After Jesus had been put to death, he was taken down from the crosst and placed in a tomb.
30 But God raised him from death!

31 t Then for many days Jesus appeared to his followers who had gone with him from Galilee to Jerusalem. Now they are telling our people about him.
32 God made a promise to our ancestors. And we are here to tell you the good news

33 t that he has kept this promise to us. It is just as the second Psalm says about Jesus,
“You are my son because today
I have become your Father.”

34  t God raised Jesus from death and will never let his body decay. It is just as God said,
“I will make to you
the same holy promises
that I made to David.”

35  t And in another psalm it says, “God will never let the body of his Holy One decay.”
36 When David was alive, he obeyed God. Then after he died, he was buried in the family grave, and his body decayed.

37 But God raised Jesus from death, and his body did not decay.
38 My friends, the message is that Jesus can forgive your sins! The Law of Moses could not set you free from all your sins. 39 But everyone who has faith in Jesus is set free.

40 Make sure what the prophets have said doesn't happen to you. They said,

41  t “Look, you people
who make fun of God!
Be amazed
and disappear.
I will do something today
that you won't believe,
even if someone
tells you about it!”
42 As Paul and Barnabas were leaving the synagogue, the people begged them to say more about these same things on the next Sabbath.

43 After the service, many Jews and a lot of Gentiles who worshiped God went with them. Paul and Barnabas begged them all to remain faithful to God, who had treated them with undeserved grace.
44 The next Sabbath almost everyone in town came to hear the message about the Lord.t

45 When the Jewish people saw the crowds, they were very jealous. They insulted Paul and spoke against everything he said.

46 But Paul and Barnabas bravely said:
We had to tell God's message to you before we told it to anyone else. But you rejected the message! This proves that you don't deserve eternal life. Now we are going to the Gentiles.

47 t The Lord has given us this command,
“I have placed you here
as a light
for the Gentiles.
You are to take
the saving power of God
to people everywhere on earth.”

48 This message made the Gentiles glad, and they praised what they had heard about the Lord.t Everyone who had been chosen for eternal life then put their faith in the Lord.
49 The message about the Lord spread all over this region.

50 But the Jewish leaders went to some of the important men in the town and to some respected women who were religious. They turned them against Paul and Barnabas and started making trouble for them. They even chased them out of this part of the country.

51  t Paul and Barnabas shook the dust from that place off their feett and went on to the city of Iconium.
52 But the Lord's followers in Antioch were very happy and were filled with the Holy Spirit.