ΠΡΟΣ ΚΟΛΟΣΣΑΕΙΣ 3
1 Εἰ οὖν συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε, οὗ ὁ Χριστός ἐστιν ἐν δεξιᾷ τοῦ Θεοῦ καθήμενος.2 τὰ ἄνω φρονεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς.3 ἀπεθάνετε γάρ, καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ.4 ὅταν ὁ Χριστὸς φανερωθῇ, ἡ ζωὴ ἡμῶν, τότε καὶ ὑμεῖς σὺν αὐτῷ φανερωθήσεσθε ἐν δόξῃ.5 Νεκρώσατε οὖν τὰ μέλη ὑμῶν τὰ ἐπὶ τῆς γῆς, πορνείαν, ἀκαθαρσίαν, πάθος, ἐπιθυμίαν κακήν, καὶ τὴν πλεονεξίαν, ἥτις ἐστὶν εἰδωλολατρεία,6 δι’ ἃ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας;7 ἐν οἷς καὶ ὑμεῖς περιεπατήσατέ ποτε, ὅτε ἐζῆτε ἐν αὔτοις.8 νυνὶ δὲ ἀπόθεσθε καὶ ὑμεῖς τὰ πάντα, ὀργήν, θυμόν, κακίαν, βλασφημίαν, αἰσχρολογίαν ἐκ τοῦ στόματος ὑμῶν·9 μὴ ψεύδεσθε εἰς ἀλλήλους, ἀπεκδυσάμενοι τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ,10 καὶ ἐνδυσάμενοι τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ’ εἰκόνα τοῦ κτίσαντος αὐτόν·11 ὅπου οὐκ ἔνι Ἕλλην καὶ Ἰουδαῖος, περιτομὴ καὶ ἀκροβυστία, βάρβαρος, Σκύθης, δοῦλος, ἐλεύθερος· ἀλλὰ τὰ πάντα καὶ ἐν πᾶσι Χριστός.12 Ἐνδύσασθε οὖν, ὡς ἐκλεκτοὶ τοῦ Θεοῦ, ἅγιοι καὶ ἠγαπημένοι, σπλάγχνα οἰκτιρμῶν, χρηστότητα, ταπεινοφροσύνην, πρᾳότητα, μακροθυμίαν·13 ἀνεχόμενοι ἀλλήλων, καὶ χαριζόμενοι ἑαυτοῖς ἐάν τις πρός τινα ἔχῃ μομφήν· καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ὑμῖν, οὕτω καὶ ὑμεῖς·14 ἐπὶ πᾶσι δὲ τούτοις τὴν ἀγάπην, ἥτις ἐστι σύνδεσμος τῆς τελειότητος.15 καὶ ἡ εἰρήνη τοῦ Θεοῦ βραβευέτω ἐν ταῖς καρδίαις ὑμῶν, εἰς ἣν καὶ ἐκλήθητε ἐν ἑνὶ σώματι· καὶ εὐχάριστοι γίνεσθε.16 ὁ λόγος τοῦ Χριστοῦ ἐνοικείτω ἐν ὑμῖν πλουσίως ἐν πάσῃ σοφίᾳ· διδάσκοντες καὶ νουθετοῦντες ἑαυτοὺς, ψαλμοῖς, καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς, ἐν χάριτι ᾄδοντες ἐν τῇ καρδίᾳ ὑμῶν τῷ Κυρίῳ.17 καὶ πᾶν ὅ τι ἂν ποιῆτε, ἐν λόγῳ ἢ ἐν ἔργῳ, πάντα ἐν ὀνόματι Κυρίου Ἰησοῦ, εὐχαριστοῦντες τῷ Θεῷ καὶ πατρὶ δι’ αὐτοῦ.18 Αἱ γυναῖκες, ὑποτάσσεσθε τοῖς ἰδίοις ἀνδράσιν, ὡς ἀνῆκεν ἐν Κυρίῳ.19 οἱ ἄνδρες, ἀγαπᾶτε τὰς γυναῖκας, καὶ μὴ πικραίνεσθε πρὸς αὐτάς.20 τὰ τέκνα, ὑπακούετε τοῖς γονεῦσι κατὰ πάντα· τοῦτο γὰρ ἐστιν εὐάρεστόν τῷ Κυρίῳ.21 οἱ πατέρες, μὴ ἐρεθίζετε τὰ τέκνα ὑμῶν, ἵνα μὴ ἀθυμῶσιν.22 Οἱ δοῦλοι, ὑπακούετε κατὰ πάντα τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείαις ὡς ἀνθρωπάρεσκοι, ἀλλ’ ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Θεόν·23 καὶ πᾶν ὃ τι ἐὰν ποιῆτε, ἐκ ψυχῆς ἐργάζεσθε, ὡς τῷ Κυρίῳ καὶ οὐκ ἀνθρώποις·24 εἰδότες ὅτι ἀπὸ Κυρίου ἀπολήψεσθε τὴν ἀνταπόδοσιν τῆς κληρονομίας· τῷ γὰρ Κυρίῳ Χριστῷ δουλεύετε.25 ὁ δὲ ἀδικῶν κομιεῖται ὃ ἠδίκησε· καὶ οὐκ ἔστι προσωποληψία
Colossians 3
1 If then ye were raised together with Christ, seek the things that are above, where Christ is, seated on the right hand of God.2 Set your mind on the things that are above, not on the things that are upon the earth.3 For ye died, and your life is hid with Christ in God.4 When Christ, who is our life, shall be manifested, then shall ye also with him be manifested in glory.5 Put to death therefore your members which are upon the earth: fornication, uncleanness, passion, evil desire, and covetousness, which is idolatry;6 for which things’ sake cometh the wrath of God upon the sons of disobedience:7 wherein ye also once walked, when ye lived in these things;8 but now do ye also put them all away: anger, wrath, malice, railing, shameful speaking out of your mouth:9 lie not one to another; seeing that ye have put off the old man with his doings,10 and have put on the new man, that is being renewed unto knowledge after the image of him that created him:11 where there cannot be Greek and Jew, circumcision and uncircumcision, barbarian, Scythian, bondman, freeman; but Christ is all, and in all.12 Put on therefore, as God’s elect, holy and beloved, a heart of compassion, kindness, lowliness, meekness, longsuffering;13 forbearing one another, and forgiving each other, if any man have a complaint against any; even as the Lord forgave you, so also do ye:14 and above all these things put on love, which is the bond of perfectness.15 And let the peace of Christ rule in your hearts, to the which also ye were called in one body; and be ye thankful.16 Let the word of Christ dwell in you richly; in all wisdom teaching and admonishing one another with psalms and hymns and spiritual songs, singing with grace in your hearts unto God.17 And whatsoever ye do, in word or in deed, do all in the name of the Lord Jesus, giving thanks to God the Father through him.18 Wives, be in subjection to your husbands, as is fitting in the Lord.19 Husbands, love your wives, and be not bitter against them.20 Children, obey your parents in all things, for this is well-pleasing in the Lord.21 Fathers, provoke not your children, that they be not discouraged.22 Servants, obey in all things them that are your masters according to the flesh; not with eye-service, as men-pleasers, but in singleness of heart, fearing the Lord:23 whatsoever ye do, work heartily, as unto the Lord, and not unto men;24 knowing that from the Lord ye shall receive the recompense of the inheritance: ye serve the Lord Christ.25 For he that doeth wrong shall receive again for the wrong that he hath done: and there is no respect of persons.