ΚΑΤΑ ΛΟΥΚΑΝ 5
1 Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ ⸀καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρὲτ,2 καὶ εἶδεν ⸂δύο πλοῖα⸃ ἑστῶτα παρὰ τὴν λίμνην, οἱ δὲ ἁλιεῖς ⸂ἀπ’ αὐτῶν ἀποβάντες⸃ ⸀ἔπλυνον τὰ δίκτυα.3 ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων, ὃ ⸀ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, ⸂καθίσας δὲ ἐκ τοῦ πλοίου ἐδίδασκεν⸃ τοὺς ὄχλους.4 ὡς δὲ ἐπαύσατο λαλῶν, εἶπεν πρὸς τὸν Σίμωνα· Ἐπανάγαγε εἰς τὸ βάθος καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.5 καὶ ἀποκριθεὶς ⸀Σίμων ⸀εἶπεν· Ἐπιστάτα, δι’ ⸀ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν, ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω ⸂τὰ δίκτυα⸃.6 καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, ⸀διερρήσσετο δὲ ⸂τὰ δίκτυα⸃ αὐτῶν.7 καὶ κατένευσαν τοῖς ⸀μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα ὥστε βυθίζεσθαι αὐτά.8 ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων· Ἔξελθε ἀπ’ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε·9 θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ⸀ὧν συνέλαβον,10 ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάννην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα ⸀ὁ Ἰησοῦς· Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11 καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν ἀφέντες ⸀πάντα ἠκολούθησαν αὐτῷ.
12 Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· ⸂καὶ ἰδὼν⸃ τὸν Ἰησοῦν πεσὼν ἐπὶ πρόσωπον ἐδεήθη αὐτοῦ λέγων· Κύριε, ἐὰν θέλῃς δύνασαί με καθαρίσαι.13 καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ ⸀εἰπών· Θέλω, καθαρίσθητι· καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ’ αὐτοῦ.14 καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου καθὼς προσέταξεν Μωϋσῆς εἰς μαρτύριον αὐτοῖς.15 διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ, καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ ⸀θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
16 αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις καὶ προσευχόμενος.
17 Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἦν διδάσκων, καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἰερουσαλήμ· καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι ⸀αὐτόν.18 καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ ⸀θεῖναι ἐνώπιον αὐτοῦ.19 καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.20 καὶ ἰδὼν τὴν πίστιν αὐτῶν ⸀εἶπεν· Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.21 καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες· Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ⸂ἁμαρτίας ἀφεῖναι⸃ εἰ μὴ μόνος ὁ θεός;22 ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;23 τί ἐστιν εὐκοπώτερον, εἰπεῖν· Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν· ⸀Ἔγειρε καὶ περιπάτει;24 ἵνα δὲ εἰδῆτε ὅτι ⸂ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει⸃ ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας— εἶπεν τῷ παραλελυμένῳ· Σοὶ λέγω, ⸀ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου πορεύου εἰς τὸν οἶκόν σου.25 καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ’ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ δοξάζων τὸν θεόν.
26 καὶ ἔκστασις ἔλαβεν ἅπαντας καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
27 Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ· Ἀκολούθει μοι.
28 καὶ καταλιπὼν ⸀πάντα ἀναστὰς ⸀ἠκολούθει αὐτῷ.
29 Καὶ ἐποίησεν δοχὴν μεγάλην Λευὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ· καὶ ἦν ὄχλος ⸂πολὺς τελωνῶν⸃ καὶ ἄλλων οἳ ἦσαν μετ’ αὐτῶν κατακείμενοι.30 καὶ ἐγόγγυζον οἱ ⸂Φαρισαῖοι καὶ οἱ γραμματεῖς αὐτῶν⸃ πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες· Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;31 καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς· Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ ἀλλὰ οἱ κακῶς ἔχοντες·
32 οὐκ ἐλήλυθα καλέσαι δικαίους ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33 Οἱ δὲ εἶπαν πρὸς αὐτόν· ⸀Οἱ μαθηταὶ Ἰωάννου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν.34 ὁ ⸀δὲ εἶπεν πρὸς αὐτούς· Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος ἐν ᾧ ὁ νυμφίος μετ’ αὐτῶν ἐστιν ποιῆσαι ⸀νηστεῦσαι;35 ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ’ αὐτῶν ὁ νυμφίος τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.36 ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ⸀ἀπὸ ἱματίου καινοῦ ⸀σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μήγε, καὶ τὸ καινὸν ⸀σχίσει καὶ τῷ παλαιῷ οὐ ⸂συμφωνήσει τὸ ἐπίβλημα⸃ τὸ ἀπὸ τοῦ καινοῦ.37 καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μήγε, ῥήξει ὁ ⸂οἶνος ὁ νέος⸃ τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·38 ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς ⸀βλητέον.
39 ⸀καὶ οὐδεὶς πιὼν ⸀παλαιὸν θέλει νέον· λέγει γάρ· Ὁ παλαιὸς ⸀χρηστός ἐστιν.
LUKE 5
Jesus Chooses His First Disciples
(Matthew 4.18-22; Mark 1.16-20)
1 t Jesus was standing on the shore of Lake Gennesaret, t teaching the people as they crowded around him to hear God's message. 2 Near the shore he saw two boats left there by some fishermen who had gone to wash their nets.
3 Jesus got into the boat that belonged to Simon and asked him to row it out a little way from the shore. Then Jesus sat downt in the boat to teach the crowd.
4 When Jesus had finished speaking, he told Simon, “Row the boat out into the deep water and let your nets down to catch some fish.”
5 t “Master,” Simon answered, “we have worked hard all night long and have not caught a thing. But if you tell me to, I will let the nets down.” 6 t They did this and caught so many fish that their nets began ripping apart.
7 Then they signaled for their partners in the other boat to come and help them. The men came, and together they filled the two boats so full that they both began to sink.
8 When Simon Peter saw this happen, he knelt down in front of Jesus and said, “Lord, don't come near me! I am a sinner.” 9 Peter and everyone with him were completely surprised at all the fish they had caught.
10 His partners James and John, the sons of Zebedee, were surprised too.
Jesus told Simon, “Don't be afraid! From now on you will bring in people instead of fish.”
11 The men pulled their boats up on the shore. Then they left everything and went with Jesus.Jesus Heals a Man
(Matthew 8.1-4; Mark 1.40-45)
12 Jesus came to a town where there was a man who had leprosy.t When the man saw Jesus, he knelt down to the ground in front of Jesus and begged, “Lord, you have the power to make me well, if only you wanted to.”
13 Jesus put his hand on him and said, “I want to! Now you are well.” At once the man's leprosy disappeared.
14 t Jesus told him, “Don't tell anyone about this, but go and show yourself to the priest. Offer a gift to the priest, just as Moses commanded, and everyone will know that you have been healed.”t
15 News about Jesus kept spreading. Large crowds came to listen to him teach and to be healed of their diseases.
16 But Jesus would often go to some place where he could be alone and pray.Jesus Heals a Man //Who Could Not Walk
(Matthew 9.1-8; Mark 2.1-12)
17 One day some Pharisees and experts in the Law of Moses sat listening to Jesus teach. They had come from every village in Galilee and Judea and from Jerusalem.
God had given Jesus the power to heal the sick, 18 and some people came carrying a man on a mat because he could not walk. They tried to take him inside the house and put him in front of Jesus.
19 But because of the crowd, they could not get him to Jesus. So they went up on the roof, t where they removed some tiles and let the mat down in the middle of the room.
20 When Jesus saw how much faith they had, he said to the man, “My friend, your sins are forgiven.”
21 The Pharisees and the experts began arguing, “Jesus must think he is God! Only God can forgive sins.”
22 Jesus knew what they were thinking, and he said, “Why are you thinking this? 23 Is it easier for me to tell this man that his sins are forgiven or to tell him to get up and walk?
24 But now you will see that the Son of Man has the right to forgive sins here on earth.” Jesus then said to the man, “Get up! Pick up your mat and walk home.”
25 At once the man stood up in front of everyone. He picked up his mat and went home, giving thanks to God.
26 Everyone was amazed and praised God. What they saw surprised them, and they said, “We have seen a great miracle today!”Jesus Chooses Levi
(Matthew 9.9-13; Mark 2.13-17)
27 Later, Jesus went out and saw a tax collectort named Levi sitting at the place for paying taxes. Jesus said to him, “Follow me.”
28 Levi left everything and went with Jesus.
29 In his home Levi gave a big dinner for Jesus. Many tax collectors and other guests were also there.
30 t The Pharisees and some of their teachers of the Law of Moses grumbled to Jesus' disciples, “Why do you eat and drink with these tax collectors and other sinners?”
31 Jesus answered, “Healthy people don't need a doctor, but sick people do.
32 I didn't come to invite good people to turn to God. I came to invite sinners.”People Ask about Going //without Eating
(Matthew 9.14-17; Mark 2.18-22)
33 Some people said to Jesus, “John's followers often pray and go without eating, t and so do the followers of the Pharisees. But your disciples never go without eating or drinking.”
34 Jesus told them, “The friends of a bridegroom don't go without eating while he is still with them.
35 But the time will come when he will be taken from them. Then they will go without eating.”
36 Jesus then told them these sayings:
No one uses a new piece of cloth to patch old clothes. The patch would shrink and make the hole even bigger.
37 No one pours new wine into old wineskins. The new wine would swell and burst the old skins.t Then the wine would be lost, and the skins would be ruined.
38 New wine must be put only into new wineskins.
39 No one wants new wine after drinking old wine. They say, “The old wine is better.”