ΚΑΤΑ ΛΟΥΚΑΝ 8
1 Καὶ ἐγένετο ἐν τῷ καθεξῆς καὶ αὐτὸς διώδευεν κατὰ πόλιν καὶ κώμην κηρύσσων καὶ εὐαγγελιζόμενος τὴν βασιλείαν τοῦ θεοῦ, καὶ οἱ δώδεκα σὺν αὐτῷ,2 καὶ γυναῖκές τινες αἳ ἦσαν τεθεραπευμέναι ἀπὸ πνευμάτων πονηρῶν καὶ ἀσθενειῶν, Μαρία ἡ καλουμένη Μαγδαληνή, ἀφ’ ἧς δαιμόνια ἑπτὰ ἐξεληλύθει,
3 καὶ Ἰωάννα γυνὴ Χουζᾶ ἐπιτρόπου Ἡρῴδου καὶ Σουσάννα καὶ ἕτεραι πολλαί, αἵτινες διηκόνουν αὐτοῖς ⸀ἐκ τῶν ὑπαρχόντων αὐταῖς.
4 Συνιόντος δὲ ὄχλου πολλοῦ καὶ τῶν κατὰ πόλιν ἐπιπορευομένων πρὸς αὐτὸν εἶπεν διὰ παραβολῆς·5 Ἐξῆλθεν ὁ σπείρων τοῦ σπεῖραι τὸν σπόρον αὐτοῦ. καὶ ἐν τῷ σπείρειν αὐτὸν ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ κατεπατήθη καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατέφαγεν αὐτό.6 καὶ ἕτερον ⸀κατέπεσεν ἐπὶ τὴν πέτραν, καὶ φυὲν ἐξηράνθη διὰ τὸ μὴ ἔχειν ἰκμάδα.7 καὶ ἕτερον ἔπεσεν ἐν μέσῳ τῶν ἀκανθῶν, καὶ συμφυεῖσαι αἱ ἄκανθαι ἀπέπνιξαν αὐτό.
8 καὶ ἕτερον ἔπεσεν εἰς τὴν γῆν τὴν ἀγαθήν, καὶ φυὲν ἐποίησεν καρπὸν ἑκατονταπλασίονα. ταῦτα λέγων ἐφώνει· Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
9 Ἐπηρώτων δὲ αὐτὸν οἱ μαθηταὶ ⸀αὐτοῦ τίς ⸂αὕτη εἴη ἡ παραβολή⸃.
10 ὁ δὲ εἶπεν· Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια τῆς βασιλείας τοῦ θεοῦ, τοῖς δὲ λοιποῖς ἐν παραβολαῖς, ἵνα βλέποντες μὴ βλέπωσιν καὶ ἀκούοντες μὴ συνιῶσιν.
11 Ἔστιν δὲ αὕτη ἡ παραβολή· Ὁ σπόρος ἐστὶν ὁ λόγος τοῦ θεοῦ.12 οἱ δὲ παρὰ τὴν ὁδόν εἰσιν οἱ ⸀ἀκούσαντες, εἶτα ἔρχεται ὁ διάβολος καὶ αἴρει τὸν λόγον ἀπὸ τῆς καρδίας αὐτῶν, ἵνα μὴ πιστεύσαντες σωθῶσιν.13 οἱ δὲ ἐπὶ τῆς πέτρας οἳ ὅταν ἀκούσωσιν μετὰ χαρᾶς δέχονται τὸν λόγον, καὶ οὗτοι ῥίζαν οὐκ ἔχουσιν, οἳ πρὸς καιρὸν πιστεύουσιν καὶ ἐν καιρῷ πειρασμοῦ ἀφίστανται.14 τὸ δὲ εἰς τὰς ἀκάνθας πεσόν, οὗτοί εἰσιν οἱ ἀκούσαντες, καὶ ὑπὸ μεριμνῶν καὶ πλούτου καὶ ἡδονῶν τοῦ βίου πορευόμενοι συμπνίγονται καὶ οὐ τελεσφοροῦσιν.
15 τὸ δὲ ἐν τῇ καλῇ γῇ, οὗτοί εἰσιν οἵτινες ἐν καρδίᾳ καλῇ καὶ ἀγαθῇ ἀκούσαντες τὸν λόγον κατέχουσιν καὶ καρποφοροῦσιν ἐν ὑπομονῇ.
16 Οὐδεὶς δὲ λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ ἐπὶ λυχνίας ⸀τίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσιν τὸ φῶς.17 οὐ γάρ ἐστιν κρυπτὸν ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον ὃ οὐ ⸂μὴ γνωσθῇ⸃ καὶ εἰς φανερὸν ἔλθῃ.
18 βλέπετε οὖν πῶς ἀκούετε· ὃς ⸂ἂν γὰρ⸃ ἔχῃ, δοθήσεται αὐτῷ, καὶ ὃς ⸀ἂν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν ἀρθήσεται ἀπ’ αὐτοῦ.
19 ⸀Παρεγένετο δὲ πρὸς αὐτὸν ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.20 ⸂ἀπηγγέλη δὲ⸃ ⸀αὐτῷ· Ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω ἰδεῖν ⸂σε θέλοντές⸃.
21 ὁ δὲ ἀποκριθεὶς εἶπεν πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου οὗτοί εἰσιν οἱ τὸν λόγον τοῦ θεοῦ ἀκούοντες καὶ ⸀ποιοῦντες.
22 ⸂Ἐγένετο δὲ⸃ ἐν μιᾷ τῶν ἡμερῶν καὶ αὐτὸς ἐνέβη εἰς πλοῖον καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ εἶπεν πρὸς αὐτούς· Διέλθωμεν εἰς τὸ πέραν τῆς λίμνης, καὶ ἀνήχθησαν.23 πλεόντων δὲ αὐτῶν ἀφύπνωσεν. καὶ κατέβη λαῖλαψ ἀνέμου εἰς τὴν λίμνην, καὶ συνεπληροῦντο καὶ ἐκινδύνευον.24 προσελθόντες δὲ διήγειραν αὐτὸν λέγοντες· Ἐπιστάτα ἐπιστάτα, ἀπολλύμεθα· ὁ δὲ ⸀διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ καὶ τῷ κλύδωνι τοῦ ὕδατος, καὶ ἐπαύσαντο, καὶ ἐγένετο γαλήνη.
25 εἶπεν δὲ αὐτοῖς· ⸀Ποῦ ἡ πίστις ὑμῶν; φοβηθέντες δὲ ἐθαύμασαν, λέγοντες πρὸς ἀλλήλους· Τίς ἄρα οὗτός ἐστιν ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;
26 Καὶ κατέπλευσαν εἰς τὴν χώραν τῶν ⸀Γερασηνῶν, ἥτις ἐστὶν ἀντιπέρα τῆς Γαλιλαίας.27 ἐξελθόντι δὲ αὐτῷ ἐπὶ τὴν γῆν ⸀ὑπήντησεν ἀνήρ τις ἐκ τῆς πόλεως ⸀ἔχων δαιμόνια· ⸂καὶ χρόνῳ ἱκανῷ οὐκ ἐνεδύσατο ἱμάτιον⸃, καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν ἀλλ’ ἐν τοῖς μνήμασιν.28 ἰδὼν δὲ τὸν ⸀Ἰησοῦν ἀνακράξας προσέπεσεν αὐτῷ καὶ φωνῇ μεγάλῃ εἶπεν· Τί ἐμοὶ καὶ σοί, Ἰησοῦ υἱὲ τοῦ θεοῦ τοῦ ὑψίστου; δέομαί σου, μή με βασανίσῃς·29 ⸀παρήγγελλεν γὰρ τῷ πνεύματι τῷ ἀκαθάρτῳ ἐξελθεῖν ἀπὸ τοῦ ἀνθρώπου. πολλοῖς γὰρ χρόνοις συνηρπάκει αὐτόν, καὶ ⸀ἐδεσμεύετο ἁλύσεσιν καὶ πέδαις φυλασσόμενος, καὶ διαρρήσσων τὰ δεσμὰ ἠλαύνετο ⸀ὑπὸ τοῦ ⸀δαιμονίου εἰς τὰς ἐρήμους.30 ἐπηρώτησεν δὲ αὐτὸν ὁ ⸀Ἰησοῦς· Τί σοι ⸂ὄνομά ἐστιν⸃; ὁ δὲ εἶπεν· Λεγιών, ὅτι ⸂εἰσῆλθεν δαιμόνια πολλὰ⸃ εἰς αὐτόν.
31 καὶ ⸀παρεκάλουν αὐτὸν ἵνα μὴ ἐπιτάξῃ αὐτοῖς εἰς τὴν ἄβυσσον ἀπελθεῖν.
32 Ἦν δὲ ἐκεῖ ἀγέλη χοίρων ἱκανῶν ⸀βοσκομένη ἐν τῷ ὄρει· καὶ ⸀παρεκάλεσαν αὐτὸν ἵνα ἐπιτρέψῃ αὐτοῖς εἰς ἐκείνους εἰσελθεῖν· καὶ ἐπέτρεψεν αὐτοῖς.
33 ἐξελθόντα δὲ τὰ δαιμόνια ἀπὸ τοῦ ἀνθρώπου εἰσῆλθον εἰς τοὺς χοίρους, καὶ ὥρμησεν ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν λίμνην καὶ ἀπεπνίγη.
34 Ἰδόντες δὲ οἱ βόσκοντες τὸ ⸀γεγονὸς ἔφυγον καὶ ἀπήγγειλαν εἰς τὴν πόλιν καὶ εἰς τοὺς ἀγρούς.35 ἐξῆλθον δὲ ἰδεῖν τὸ γεγονὸς καὶ ἦλθον πρὸς τὸν Ἰησοῦν, καὶ εὗρον καθήμενον τὸν ἄνθρωπον ἀφ’ οὗ τὰ δαιμόνια ⸀ἐξῆλθεν ἱματισμένον καὶ σωφρονοῦντα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, καὶ ἐφοβήθησαν.36 ἀπήγγειλαν δὲ ⸀αὐτοῖς οἱ ἰδόντες πῶς ἐσώθη ὁ δαιμονισθείς.37 καὶ ⸀ἠρώτησεν αὐτὸν ἅπαν τὸ πλῆθος τῆς περιχώρου τῶν ⸀Γερασηνῶν ἀπελθεῖν ἀπ’ αὐτῶν, ὅτι φόβῳ μεγάλῳ συνείχοντο· αὐτὸς δὲ ἐμβὰς ⸀εἰς πλοῖον ὑπέστρεψεν.38 ἐδεῖτο δὲ αὐτοῦ ὁ ἀνὴρ ἀφ’ οὗ ἐξεληλύθει τὰ δαιμόνια εἶναι σὺν αὐτῷ· ἀπέλυσεν δὲ ⸀αὐτὸν λέγων·
39 Ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ⸂σοι ἐποίησεν⸃ ὁ θεός. καὶ ἀπῆλθεν καθ’ ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ ὁ Ἰησοῦς.
40 ⸂Ἐν δὲ⸃ τῷ ⸀ὑποστρέφειν τὸν Ἰησοῦν ἀπεδέξατο αὐτὸν ὁ ὄχλος, ἦσαν γὰρ πάντες προσδοκῶντες αὐτόν.41 καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάϊρος, καὶ ⸀οὗτος ἄρχων τῆς συναγωγῆς ὑπῆρχεν, καὶ πεσὼν παρὰ τοὺς πόδας ⸀τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν εἰς τὸν οἶκον αὐτοῦ,
42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν δώδεκα καὶ αὐτὴ ἀπέθνῃσκεν.
Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον αὐτόν.43 καὶ γυνὴ οὖσα ἐν ῥύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα, ἥτις ⸂ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον⸃ οὐκ ἴσχυσεν ⸀ἀπ’ οὐδενὸς θεραπευθῆναι,44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ῥύσις τοῦ αἵματος αὐτῆς.45 καὶ εἶπεν ὁ Ἰησοῦς· Τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ ⸀Πέτρος· Ἐπιστάτα, οἱ ὄχλοι συνέχουσίν σε καὶ ⸀ἀποθλίβουσιν.46 ὁ δὲ Ἰησοῦς εἶπεν· Ἥψατό μού τις, ἐγὼ γὰρ ἔγνων δύναμιν ⸀ἐξεληλυθυῖαν ἀπ’ ἐμοῦ.47 ἰδοῦσα δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθεν τρέμουσα ἦλθεν καὶ προσπεσοῦσα αὐτῷ δι’ ἣν αἰτίαν ἥψατο αὐτοῦ ⸀ἀπήγγειλεν ἐνώπιον παντὸς τοῦ λαοῦ καὶ ὡς ἰάθη παραχρῆμα.
48 ὁ δὲ εἶπεν αὐτῇ· ⸀Θυγάτηρ, ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.
49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ ἀρχισυναγώγου ⸀λέγων ὅτι Τέθνηκεν ἡ θυγάτηρ σου, ⸀μηκέτι σκύλλε τὸν διδάσκαλον.50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη ⸀αὐτῷ· Μὴ φοβοῦ, μόνον ⸀πίστευσον, καὶ σωθήσεται.51 ἐλθὼν δὲ εἰς τὴν οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν ⸂τινα σὺν αὐτῷ⸃ εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα.52 ἔκλαιον δὲ πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπεν· Μὴ κλαίετε, ⸂οὐ γὰρ⸃ ἀπέθανεν ἀλλὰ καθεύδει.53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.54 αὐτὸς ⸀δὲ κρατήσας τῆς χειρὸς αὐτῆς ἐφώνησεν λέγων· Ἡ παῖς, ⸀ἔγειρε.55 καὶ ἐπέστρεψεν τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν.
56 καὶ ἐξέστησαν οἱ γονεῖς αὐτῆς· ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ γεγονός.
LUKE 8
Women Who Helped Jesus
1 Soon after this, Jesus was going through towns and villages, telling the good news about God's kingdom. His twelve apostles were with him, 2 t and so were some women who had been healed of evil spirits and all sorts of diseases. One of the women was Mary Magdalene, t who once had seven demons in her.
3 Joanna, Susanna, and many others had also used what they owned to help Jesust and his disciples. Joanna's husband Chuza was one of Herod's officials.tA Story about a Farmer
(Matthew 13.1-9; Mark 4.1-9)
4 When a large crowd from several towns had gathered around Jesus, he told them this story:
5 A farmer went out to scatter seed in a field. While the farmer was doing this, some of the seeds fell along the road and were stepped on or eaten by birds. 6 Other seeds fell on rocky ground and started growing. But the plants did not have enough water and soon dried up. 7 Some other seeds fell where thornbushes grew up and choked the plants.
8 The rest of the seeds fell on good ground where they grew and produced a hundred times as many seeds.
When Jesus had finished speaking, he said, “If you have ears, pay attention!”Why Jesus Used Stories
(Matthew 13.10-17; Mark 4.10-12)
9 Jesus' disciples asked him what the story meant.
10 t So he answered:
I have explained the secrets about God's kingdom to you. But for others I use stories, so they will look, but not see, and they will hear, but not understand.Jesus Explains the Story //about a Farmer
(Matthew 13.18-23; Mark 4.13-20)
11 This is what the story means: The seed is God's message, 12 and the seeds that fell along the road are the people who hear the message. But the devil comes and snatches the message out of their hearts, so they will not believe and be saved.
13 The seeds that fell on rocky ground are the people who gladly hear the message and accept it. But they don't have deep roots, and they believe only for a little while. As soon as life gets hard, they give up.
14 The seeds that fell among the thornbushes are also people who hear the message. But they are so eager for riches and pleasures that they never produce anything.
15 Those seeds that fell on good ground are the people who listen to the message and keep it in good and honest hearts. They last and produce a harvest.Light
(Mark 4.21-25)
16 t No one lights a lamp and puts it under a bowl or under a bed. A lamp is always put on a lampstand, so people who come into a house will see the light. 17 t There is nothing hidden that will not be found. There is no secret that will not be well known.
18 t Pay attention to how you listen! Everyone who has something will be given more, but people who have nothing will lose what little they think they have.Jesus' Mother and Brothers
(Matthew 12.46-50; Mark 3.31-35)
19 Jesus' mother and brothers went to see him, but because of the crowd they could not get near him.
20 Someone told Jesus, “Your mother and brothers are standing outside and want to see you.”
21 Jesus answered, “My mother and my brothers are those people who hear and obey God's message.”A Storm
(Matthew 8.23-27; Mark 4.35-41)
22 One day, Jesus and his disciples got into a boat, and he said, “Let's cross the lake.”t They started out,
23 and while they were sailing across, he went to sleep.
Suddenly a storm struck the lake, and the boat started sinking. They were in danger.
24 So they went to Jesus and woke him up, “Master, Master! We are about to drown!”
Jesus got up and ordered the wind and waves to stop. They obeyed, and everything was calm.
25 Then Jesus asked the disciples, “Don't you have any faith?”
But they were frightened and amazed. They said to each other, “Who is this? He can give orders to the wind and the waves, and they obey him!”A Man with Demons in Him
(Matthew 8.28-34; Mark 5.1-20)
26 Jesus and his disciples sailed across Lake Galilee and came to shore near the town of Gerasa.t
27 As Jesus was getting out of the boat, he was met by a man from this town. The man had demons in him. He had gone naked for a long time and no longer lived in a house, but in the graveyard.t
28 The man saw Jesus and screamed. He knelt down in front of him and shouted, “Jesus, Son of God Most High, what do you want with me? I beg you not to torture me!”
29 He said this because Jesus had already told the evil spirit to go out of him.
The man had often been attacked by the demon. And even though he had been bound with chains and leg irons and kept under guard, he smashed whatever bound him. Then the demon would force him out into lonely places.
30 Jesus asked the man, “What is your name?”
He answered, “My name is Lots.” He said this because there were “lots” of demons in him.
31 They begged Jesus not to send them to the deep pit, t where they would be punished.
32 A large herd of pigs was feeding there on the hillside. So the demons begged Jesus to let them go into the pigs, and Jesus let them go.
33 Then the demons left the man and went into the pigs. The whole herd rushed down the steep bank into the lake and drowned.
34 When the men taking care of the pigs saw this, they ran to spread the news in the town and on the farms.
35 The people went out to see what had happened, and when they came to Jesus, they also found the man. The demons had gone out of him, and he was sitting there at the feet of Jesus. He had clothes on and was in his right mind. But the people were terrified.
36 Then all who had seen the man healed told about it.
37 Everyone from around Gerasat begged Jesus to leave, because they were so frightened.
When Jesus got into the boat to start back, 38 the man who had been healed begged to go with him. But Jesus sent him off and said,
39 “Go back home and tell everyone how much God has done for you.” The man then went all over town, telling everything that Jesus had done for him.A Dying Girl and a Sick Woman
(Matthew 9.18-26; Mark 5.21-43)
40 Everyone had been waiting for Jesus, and when he came back, a crowd was there to welcome him. 41 Just then the man in charge of the synagogue came and knelt down in front of Jesus. His name was Jairus, and he begged Jesus to come to his home
42 because his twelve-year-old child was dying. She was his only daughter.
While Jesus was on his way, people were crowding all around him.
43 In the crowd was a woman who had been bleeding for twelve years. She had spent everything she had on doctors, t but none of them could make her well.
44 As soon as she came up behind Jesus and barely touched his clothes, her bleeding stopped.
45 “Who touched me?” Jesus asked.
While everyone was denying it, Peter said, “Master, people are crowding all around and pushing you from every side.”t
46 But Jesus answered, “Someone touched me, because I felt power going out from me.”
47 The woman knew that she could not hide, so she came trembling and knelt down in front of Jesus. She told everyone why she had touched him and that she had been healed at once.
48 Jesus said to the woman, “You are now well because of your faith. May God give you peace!”
49 While Jesus was speaking, someone came from Jairus' home and said, “Your daughter has died! Why bother the teacher anymore?”
50 When Jesus heard this, he told Jairus, “Don't worry! Have faith, and your daughter will get well.”
51 Jesus went into the house, but he did not let anyone else go with him, except Peter, John, James, and the girl's father and mother. 52 Everyone was crying and weeping for the girl. But Jesus said, “The child isn't dead. She is just asleep.”
53 The people laughed at him because they knew she was dead.
54 Jesus took hold of the girl's hand and said, “Child, get up!” 55 She came back to life and got right up. Jesus told them to give her something to eat. 56 Her parents were surprised, but Jesus ordered them not to tell anyone what had happened.