ΚΑΤΑ ΜΑΡΚΟΝ 3
1 Καὶ εἰσῆλθε πάλιν εἰς τὴν συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα.2 καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασι θεραπεύσει αὐτόν, ἵνα κατηγορήσωσιν αὐτοῦ.3 καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα, Ἔγειραι εἰς τὸ μέσον.4 καὶ λέγει αὐτοῖς, Ἔξεστι τοῖς σάββασιν ἀγαθοποιῆσαι, ἢ κακοποιῆσαι; ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων.5 καὶ περιβλεψάμενος αὐτοὺς μετ’ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρα σου. καὶ ἐξέτεινε, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ὑγιὴς ὡς ἡ ἄλλη.6 καὶ ἐξελθόντες οἱ Φαρισαῖοι εὐθὲως μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ἐποίουν κατ’ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσι.7 Καὶ ὁ Ἰησοῦς ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ἠκολούθησαν αὐτῷ, καὶ ἀπὸ τῆς Ἰουδαίας,8 καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα, πλῆθος πολύ, ἀκούσαντες ὅσα ἐποίει, ἦλθον πρὸς αὐτόν.9 καὶ εἶπε τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν.10 πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας.11 καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ἐθεώρει, προσέπιπτεν αὐτῷ, καὶ ἔκραζε, λέγοντα ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ Θεοῦ.12 καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ αὐτὸν φανερὸν ποιήσωσι.13 Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν.14 καὶ ἐποίησε δώδεκα, ἵνα ὦσι μετ’ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν15 καὶ ἔχειν ἐξουσίαν θεραπεύειν τὰς νόσους, καὶ ἐκβάλλειν τὰ δαιμόνια·16 καὶ ἐπέθηκε τῷ Σίμωνι ὄνομα Πέτρον·17 καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ὀνόματα Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς·18 καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἁλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην,19 καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν. Καὶ ἔρχονται εἴς οἶκον·20 καὶ συνέρχεται πάλιν ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς μήτε ἄρτον φαγεῖν21 καὶ ἀκούσαντες οἱ παρ’ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη.22 καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια.23 καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν;24 καὶ ἐὰν βασιλεία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη.25 καὶ ἐὰν οἰκία ἐφ’ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ οἰκία ἐκείνη.26 καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ’ ἑαυτὸν καὶ μεμέρισται, οὐ δύναται σταθῆναι, ἀλλὰ τέλος ἔχει.27 οὐ δύναται οὐδεὶς τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.28 ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων, καὶ βλασφημίαι ὅσας ἂν βλασφημήσωσιν·29 ὃς δ’ ἂν βλασφημήσῃ εἰς τὸ Πνεῦμα τὸ Ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ’ ἔνοχός ἐστιν αἰωνίου κρίσεως30 ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.31 Ἔρχονται οῦν οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ, καὶ ἔξω ἑστῶτες ἀπέστειλαν πρὸς αὐτὸν, φωνοῦντες αὐτόν.32 καὶ ἐκάθητο ὄχλος περὶ αὐτόν· εἶπον δὲ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ζητοῦσί σε.33 καὶ ἀπεκρίθη αὐτοῖς λέγων, Τίς ἐστιν ἡ μήτηρ μου ἤ οἱ ἀδελφοί μου;34 καὶ περιβλεψάμενος κύκλῷ τοὺς περὶ αὐτὸν καθημένους, λέγει, Ἴδε ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.35 ὃς γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή μου καὶ μήτηρ ἐστί.
Mark 3
Jesus Heals on the Sabbath
1 He entered again into a synagogue; and a man was there whose hand was withered.2 They were watching Him to see if He would heal him on the Sabbath, so that they might accuse Him.3 He *said to the man with the withered hand, "Get up and come forward!"4 And He *said to them, "Is it lawful to do good or to do harm on the Sabbath, to save a life or to kill?" But they kept silent.5 After looking around at them with anger, grieved at their hardness of heart, He *said to the man, "Stretch out your hand." And he stretched it out, and his hand was restored.6 The Pharisees went out and immediately began conspiring with the Herodians against Him, as to how they might destroy Him.
7 Jesus withdrew to the sea with His disciples; and a great multitude from Galilee followed; and also from Judea,8 and from Jerusalem, and from Idumea, and beyond the Jordan, and the vicinity of Tyre and Sidon, a great number of people heard of all that He was doing and came to Him.9 And He told His disciples that a boat should stand ready for Him because of the crowd, so that they would not crowd Him;10 for He had healed many, with the result that all those who had afflictions pressed around Him in order to touch Him.11 Whenever the unclean spirits saw Him, they would fall down before Him and shout, "You are the Son of God!"12 And He earnestly warned them not to tell who He was.
The Twelve Are Chosen
13 And He *went up on the mountain and *summoned those whom He Himself wanted, and they came to Him.14 And He appointed twelve, so that they would be with Him and that He could send them out to preach,15 and to have authority to cast out the demons.16 And He appointed the twelve: Simon (to whom He gave the name Peter),17 and James, the son of Zebedee, and John the brother of James (to them He gave the name Boanerges, which means, "Sons of Thunder");18 and Andrew, and Philip, and Bartholomew, and Matthew, and Thomas, and James the son of Alphaeus, and Thaddaeus, and Simon the Zealot;19 and Judas Iscariot, who betrayed Him.
20 And He *came thome, and the crowd *gathered again, to such an extent that they could not even eat a meal.21 When His own tpeople heard of this, they went out to take custody of Him; for they were saying, "He has lost His senses."22 The scribes who came down from Jerusalem were saying, "He is possessed by Beelzebul," and "He casts out the demons by the ruler of the demons."23 And He called them to Himself and began speaking to them in parables, "How can Satan cast out Satan?24 If a kingdom is divided against itself, that kingdom cannot stand.25 If a house is divided against itself, that house will not be able to stand.26 If Satan has risen up against himself and is divided, he cannot stand, but he is finished!27 But no one can enter the strong man's house and plunder his property unless he first binds the strong man, and then he will plunder his house.
28 "Truly I say to you, all sins shall be forgiven the sons of men, and whatever blasphemies they utter;29 but whoever blasphemes against the Holy Spirit never has forgiveness, but is guilty of an eternal sin"-30 because they were saying, "He has an unclean spirit."
31 Then His mother and His brothers *arrived, and standing outside they sent word to Him and called Him.32 A crowd was sitting around Him, and they *said to Him, "Behold, Your mother and Your brothers are outside looking for You."33 Answering them, He *said, "Who are My mother and My brothers?"34 Looking about at those who were sitting around Him, He *said, "Behold My mother and My brothers!35 For whoever does the will of God, he is My brother and sister and mother."