previous next

ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4

1 Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ Πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου.2 καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασε.3 καὶ προσελθὼν αὐτῷ ὁ πειράζων εἶπεν, Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.4 ὁ δὲ ἀποκριθεὶς εἶπε, Γέγραπται, Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ.5 Τότε παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ,6 καὶ λέγει αὐτῷ, Εἰ υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω· γέγραπται γὰρ ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σοῦ.7 ἔφη αὐτῷ ὁ Ἰησοῦς, Πάλιν γέγραπται, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου.8 πάλιν παραλαμβάνει αὐτὸν ὁ διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου καὶ τὴν δόξαν αὐτῶν,9 καὶ λέγει αὐτῷ, Ταῦτά πάντα σοι δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι.10 τότε λέγει αὐτῷ ὁ Ἰησοῦς, Ὕπαγε, Σατανᾶ. γέγραπται γάρ, Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις.11 τότε ἀφίησιν αὐτὸν ὁ διάβολος· καὶ ἰδού, ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ.12 Ἀκούσας δὲ ὁ Ἰησοῦς ὅτι Ἰωάννης παρεδόθη, ἀνεχώρησεν εἰς τὴν Γαλιλαίαν·13 καὶ καταλιπὼν τὴν Ναζαρέθ, ἐλθὼν κατῴκησεν εἰς Καπερναοὺμ τὴν παραθαλασσίαν, ἐν ὁρίοις Ζαβουλὼν καὶ Νεφθαλείμ·14 ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου, λέγοντος,15 Γῆ Ζαβουλὼν καὶ γῆ Νεφθαλείμ, ὁδὸν θαλάσσης, πέραν τοῦ Ἰορδάνου, Γαλιλαία τῶν ἐθνῶν,16 ὁ λαὸς ὁ καθήμενος ἐν σκότει εἶδε φῶς μέγα, καὶ τοῖς καθημένοις ἐν χώρᾳ καὶ σκιᾷ θανάτου φῶς ἀνέτειλεν αὐτοῖς.17 Ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς κηρύσσειν καὶ λέγειν, Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.18 Περιπατῶν δὲ ὁ Ἰησοῦς παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας εἶδε δύο ἀδελφούς, Σίμωνα τὸν λεγόμενον Πέτρον, καὶ Ἀνδρέαν τὸν ἀδελφὸν αὐτοῦ, βάλλοντας ἀμφίβληστρον εἰς τὴν θάλασσαν· ἦσαν γὰρ ἁλιεῖς.19 καὶ λέγει αὐτοῖς, Δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων.20 οἱ δὲ εὐθέως ἀφέντες τὰ δίκτυα ἠκολούθησαν αὐτῷ.21 καὶ προβὰς ἐκεῖθεν, εἶδεν ἄλλους δύο ἀδελφούς, Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ πλοίῳ μετὰ Ζεβεδαίου τοῦ πατρὸς αὐτῶν, καταρτίζοντας τὰ δίκτυα αὐτῶν· καὶ ἐκάλεσεν αὐτούς.22 οἱ δὲ εὐθέως ἀφέντες τὸ πλοῖον καὶ τὸν πατέρα αὐτῶν ἠκολούθησαν αὐτῷ.23 Καὶ περιῆγεν ὅλην τὴν Γαλιλαίαν ὁ Ἰησοῦς, διδάσκων ἐν ταῖς συναγωγαῖς αὐτῶν, καὶ κηρύσσων τὸ εὐαγγέλιον τῆς βασιλείας, καὶ θεραπεύων πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν ἐν τῷ λαῷ.24 καὶ ἀπῆλθεν ἡ ἀκοὴ αὐτοῦ εἰς ὅλην τὴν Συρίαν· καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, ποικίλαις νόσοις καὶ βασάνοις συνεχομένους, καὶ δαιμονιζομένους, καὶ σεληνιαζομένους, καὶ παραλυτικούς· καὶ ἐθεράπευσεν αὐτούς.25 καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ ἀπὸ τῆς Γαλιλαίας καὶ Δεκαπόλεως καὶ Ἱεροσολύμων καὶ Ἰουδαίας καὶ πέραν τοῦ Ἰορδάνου.

Matthew 4

The Temptation of Jesus

1 Then Jesus was led up by the Spirit into the wilderness to be tempted by the devil.2 And after He had fasted forty days and forty nights, He tthen became hungry.3 And the tempter came and said to Him, "If You are the Son of God, command that these stones become bread."4 But He answered and said, "It is written, 'MAN SHALL NOT LIVE ON BREAD ALONE, BUT ON EVERY WORD THAT PROCEEDS OUT OF THE MOUTH OF GOD.'"

5 Then the devil *took Him into the holy city and had Him stand on the pinnacle of the temple,

6 and *said to Him, "If You are the Son of God, throw Yourself down; for it is written,
'HE WILL COMMAND HIS ANGELS CONCERNING YOU';
and
'ON their HANDS THEY WILL BEAR YOU UP,
SO THAT YOU WILL NOT STRIKE YOUR FOOT AGAINST A STONE.'"
7 Jesus said to him, "On the other hand, it is written, 'YOU SHALL NOT PUT THE LORD YOUR GOD TO THE TEST.'"

8 Again, the devil *took Him to a very high mountain and *showed Him all the kingdoms of the world and their glory;9 and he said to Him, "All these things I will give You, if You fall down and worship me."10 Then Jesus *said to him, "Go, Satan! For it is written, 'YOU SHALL WORSHIP THE LORD YOUR GOD, AND SERVE HIM ONLY.'"11 Then the devil *left Him; and behold, angels came and began to minister to Him.

Jesus Begins His Ministry

12 Now when Jesus heard that John had been taken into custody, He withdrew into Galilee;13 and leaving Nazareth, He came and settled in Capernaum, which is by the sea, in the region of Zebulun and Naphtali.14  This was to fulfill what was spoken through Isaiah the prophet:

15 "THE LAND OF ZEBULUN AND THE LAND OF NAPHTALI,
BY THE WAY OF THE SEA, BEYOND THE JORDAN, GALILEE OF THE tGENTILES-

16 "THE PEOPLE WHO WERE SITTING IN DARKNESS SAW A GREAT LIGHT,
AND THOSE WHO WERE SITTING IN THE LAND AND SHADOW OF DEATH,
UPON THEM A LIGHT DAWNED."

17 From that time Jesus began to preach and say, "Repent, for the kingdom of heaven is at hand."

The First Disciples

18 Now as Jesus was walking by the Sea of Galilee, He saw two brothers, Simon who was called Peter, and Andrew his brother, casting a net into the sea; for they were fishermen.19 And He *said to them, "Follow Me, and I will make you fishers of men."20 Immediately they left their nets and followed Him.21 Going on from there He saw two other brothers, James the son of Zebedee, and John his brother, in the boat with Zebedee their father, mending their nets; and He called them.22 Immediately they left the boat and their father, and followed Him.

Ministry in Galilee

23 Jesus was going throughout all Galilee, teaching in their synagogues and proclaiming the gospel of the kingdom, and healing every kind of disease and every kind of sickness among the people.

24 The news about Him spread throughout all Syria; and they brought to Him all who were ill, those suffering with various diseases and pains, demoniacs, epileptics, paralytics; and He healed them.25 Large crowds followed Him from Galilee and the Decapolis and Jerusalem and Judea and from beyond the Jordan.